Un piano astuto di Temistocle

Ἀθηναῖοι τὰ τείχη τοῦ ἄστεος ἤγειρον· Λάκωνες ἐφθόνουν· ἠπάτησεν αὐτοὺς Θεμιστοκλῆς. ὁ δὲ τρόπος τῆς ἀπάτης ἦν· ἀφίκετο πρεσβευτὴς καὶ ἦν πρὸς τοὺς Λάκωνας ἔξαρνος, ἦ μὴν οὐκ ἐγερεῖσθαι τὸ τεῖχος. εἰ δὲ ἀπιστεῖτε, τοὺς ἀρίστους ἐκπέμψατε κατασκόπους ἐμὲ κατασχόντες.

οἱ μὲν ἔπεμψαν· Θεμιστοκλῆς δὲ κρύφα πέμψας ἐνετείλατο Ἀθηναίοις κατέχειν τοὺς κατασκόπους, ἔστ᾽ ἂν ἐγείρωσι τὸ τεῖχος· ἐπειδὰν δὲ ἐγείρωσι, μὴ πρότερον αὐτοὺς ἀποπέμπειν, εἰ μὴ πρόσθεν αὐτὸν ἀπολάβοιεν.

καὶ ταῦτα οὕτως ἐγένετο. ἠγέρθη τὸ τεῖχος, καὶ ἐπαν ῆλθε Θεμιστοκλῆς. ἀπεδόθησαν οἱ κατάσκοποι, ἐτειχίσθησαν Ἀθῆναι Λακεδαιμονίων ἀκόντων.

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-09-17 00:28:36 - flow version _RPTC_G1.1