Funzione educativa del mito - Strabone versione greco

Funzione educativa del mito
VERSIONE DI GRECO di Strabone
TRADUZIONE dal libro Alfabeta grammata n. 5 pag. 278
Testo greco originale

Καὶ πρῶτον ὅτι τοὺς μύθους ἀπεδέξαντο οὐχ οἱ ποιηταὶ μόνον͵ ἀλλὰ καὶ αἱ πόλεις πολὺ πρότερον καὶ οἱ νομοθέται τοῦ χρησίμου χάριν͵ βλέψαντες εἰς τὸ φυσικὸν πάθος τοῦ λογικοῦ ζώιου· φιλειδήμων γὰρ ἅνθρωπος͵ προοίμιον δὲ τούτου τὸ φιλόμυθον. ἐντεῦθεν οὖν ἄρχεται τὰ παιδία ἀκροᾶσθαι καὶ κοινω νεῖν λόγων ἐπὶ πλεῖον. αἴτιον δ᾽͵ ὅτι καινολογία τίς ἐστιν ὁ μῦθος͵ οὐ τὰ καθεστηκότα φράζων ἀλλ᾽ ἕτερα παρὰ ταῦτα· ἡδὺ δὲ τὸ καινὸν καὶ ὃ μὴ πρότερον ἔγνω τις· τοῦτο δ᾽ αὐτό ἐστι καὶ τὸ ποιοῦν φιλειδήμονα. ὅταν δὲ προσῆι καὶ τὸ θαυμαστὸν καὶ τὸ τερατῶδες͵ ἐπιτείνει τὴν ἡδονήν͵ ἥπερ ἐστὶ τοῦ μανθάνειν φίλτρον. κατ᾽ ἀρχὰς μὲν οὖν ἀνάγκη τοιούτοις δελέασι χρῆσθαι͵ προϊούσης δὲ τῆς ἡλικίας ἐπὶ τὴν τῶν ὄντων μάθησιν ἄγειν͵ ἤδη τῆς διανοίας ἐρρωμένης καὶ μηκέτι δεομένης κολάκων.

καὶ ἰδιώτης δὲ πᾶς καὶ ἀπαίδευτος τρόπον τινὰ παῖς ἐστι φιλομυθεῖ τε ὡσαύτως· ὁμοίως δὲ καὶ ὁ πεπαιδευμένος μετρίως· οὐδὲ γὰρ οὗτος ἰσχύει τῶι λογισμῶι͵ πρόσεστι δὲ καὶ τὸ ἐκ παιδὸς ἔθος. ἐπεὶ δ᾽ οὐ μόνον ἡδὺ ἀλλὰ καὶ φοβερὸν τὸ τερατῶδες͵ ἀμφοτέρων ἐστὶ τῶν εἰδῶν χρεία πρός τε τοὺς παῖδας καὶ τοὺς ἐν ἡλικίαι· τοῖς τε γὰρ παισὶ προσφέρομεν τοὺς ἡδεῖς μύθους εἰς προτροπήν͵ εἰς ἀποτροπὴν δὲ τοὺς φοβερούς· ἥ τε γὰρ Λάμια μῦθός ἐστι καὶ ἡ Γοργὼ καὶ ὁ Ἐφιάλτης καὶ ἡ Μορμολύκη.

οἵ τε πολλοὶ τῶν τὰς πόλεις οἰκούντων εἰς μὲν προτροπὴν ἄγονται τοῖς ἡδέσι τῶν μύθων͵ ὅταν ἀκούωσι τῶν ποιητῶν ἀνδραγαθήματα μυθώδη διηγουμένων͵ οἷον Ἡρακλέους ἄθλους ἢ Θησέως͵ ἢ τιμὰς παρὰ θεῶν νεμομένας͵ ἢ νὴ Δία ὁρῶσι γραφὰς ἢ ξόανα ἢ πλάσματα τοιαύτην τινὰ περιπέτειαν ὑποσημαίνοντα μυθώδη· εἰς ἀποτροπὴν δέ͵ ὅταν κολάσεις παρὰ θεῶν καὶ φόβους καὶ ἀπειλὰς ἢ διὰ λόγων ἢ διὰ τύπων ἀοράτων τινῶν προσδέχωνται

Testo greco per ricerca facilitata

Και πρωτον οτι τους μυθους απεδεχοντο ουχ οι ποιηται μονον, αλλα και αι πολεις και οι νομοθεται του χρησιμου χαριν ·φιλειδημω γαρ ανθροπων, προοιμιον δε τουτου το φιλομυθον. Εςτευθες ουν αρχεται τα παιδια ακποασθαι και κοινωμειν λογων. Καινολογοια τις εστις ο μυθος· ηδυ δε το καινον και το ηδυ προπρεπει εις μαθησιν. Οτε δε εστι και το θαυμαστον και το τερατωδες ες τοις μυθοις, αυξανεται η ηδονη, τον του μανθανειν φιλτρον. Και ιδιωτης δη πας και απαιδευτος παις φιλομυθει. Επει δ ου μονον ηδυ αλλα και φοβερος το τεπατωδες, αμφοτερων εστι των ειδων χρεια προς τε τους παιδας· τοις τε γαρ πασι προσφερομεν τους ηδεις μυθος εις προτροπην, εις αποτροπην δε τους φοβερους. Πολλοι των τας πολεις οικουντων εις μεν προτροπην αγονται τοις ηδεσι των μυθων, οιον Ηρακλεους αθλους η Θησεως· εις αποτροπην δε, οταν κολασεις παρα θεων και ϕοβους και απειλας η δια λογων η δια τυπων αορατων τινων προσδεχωνται.

Copyright © 2007-2018 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2018 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2018-09-02 14:23:12