da lostregatto2 » 18 ott 2022, 13:20
Chiedo gentilmente la traduzione dell'esercizio 2 pagina 44 dal libro Duo. Mi servirebbe la traduzione di entrambe le parti, A e B. Grazie mille in anticipo.
1. Ὁ νεανίας φανερὸς ἦν ἐπιθυμῶν εἰπεῖν.
2. Κῦρος, ὁ πρῶτος τῶν Περσῶν βασιλεύς, καλὸς ἦν τὸ εἶδος καὶ φιλάνθρωπος τὴν ψυχὴν καὶ ἔτι παῖς ὢν ἄριστος τὰ πολεμικὰ εἶναι ἐνομίζετο.
3. Ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.
4. Ὡς δὲ ἐγένετο κατὰ τὸν Πειραιᾶ, τὸν τῶν Ἀθηναίων λιμένα, ὁ δελφὶς ἐπυνθάνετο τοῦ πιθήκου, εἰ τὸ γένος ἐστὶν Ἀθηναῖος.
5. Ἀποκτιννύναι μὲν γὰρ ἀνθρώπους περὶ οὐδενὸς ἡγοῦντο, λαμβάνειν δὲ χρήματα περὶ πολλοῦ
ἐποιοῦντο.
6. Διδασκάλους γὰρ ζητητέον τοῖς τέκνοις, οἳ καὶ τοῖς βίοις εἰσὶν ἀδιάβλητοι καὶ τοῖς τρόποις ἀνεπίληπτοι καὶ ταῖς ἐμπειρίαις ἄριστοι.
7. Σπουδαίων τοίνυν ἐστὶν ἀνθρώπων, ὅταν βελτίστῃ τῇ παρούσῃ τύχῃ χρῶνται, τότε πλείω
τὴν σπουδὴν πρὸς τὸ σωφρονεῖν ἔχειν.
8. Ἰσοκράτης ἓξ καὶ ἐνενήκοντα ἔτη γεγονὼς τὸν πανηγυρικὸν ἔγραψε λόγον.
9. Τῆς παρελθούσης νυκτός, ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, ὁ Ἀπολλοδώρου, τὴν θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἔκρουε.
10. Παρὰ Κῦρον ἀφικνεῖται ἡ γυνὴ τοῦ Κιλίκων βασιλέως· καὶ ἐλέγετο Κύρῳ δοῦναι χρήματα πολλά.
- Allegati
-