Vi regolo questa mia versione sperando serva a tutti gli utenti

Ὄτε ὁ Νομᾶς ἐπανέρχεται εἰς Ῥώμην, ἡ Βουλὴ μὲν καὶ ὁ δῆμος τῷ ἀυδρὶ ἀπαντῶσι· γίγνονται δὲ εὐφημίαι γυναικῶν, θυσίαι πρὸς τοῖς ἱεροῖς καὶ χαρὰ πάντων. τῷ Νομᾷ μὲν προσφέρονται τὰ βασιλικὰ παράσημα· ὁ δὲ λέγει ἀποδέχεσθαι τὰ παράσημα, εἰ οἱ θεοὶ τὴν βασιλείαν αὐτῷ ἐμπεδοῦσιν. Παραλαμβάνων οὖν μάντεις καὶ ἱερεῖς εἰς τὸ Καπιτώλιον ἀναβαίνει. Ἐνταῦθα τῶν μάντεων ὁ πρωτεύων, τῆς κεφαλῆς τοῦ Νομᾶ ἐφαπτόμενος, κατεύχεται καὶ περισκοπεῖ τὰ παρὰ τῶν θεῶν ἐν οἰωνοῖς προφααινόμενα, πανταχόσε τὰς ὄψεις περιφέρων· σιγὴ δὲ ἄπιστος τὴν ἀγορὰν καρέχει. Προφαίνονται ὄρνιθες ἀγαθοὶ καὶ δεξιοί· οὕτω δὲ ὁ Νομᾶς τὴν βασιλικὴυ ἀυαλαμβάνει ἐσθῆτα καὶ εὶς τόν δῆμον ἀπὸ τῆς ἄξρας καταβαίνει.
la traduzione inviata da Maurizio la trovate sul nostro sito cliccando
/versione-plutarco/numa-diviene-re.html