da giada » 27 dic 2011, 16:20
la passo al nostro tutor didaskalos
ma finisce o manca la fine? se si trovala qui e dimmi dove finisce
οὕτως αὐτὸν ἐθεράπευσα ὡς οὐκ οἶδ’ ὅστις πώποθ’ ἕτερος ἕτερον, τὸν μὲν πλεῖστον τοῦ χρόνου πονηρῶς μὲν ἔχοντα, περιιέναι δ’ ἔτι δυνάμενον, ἓξ μῆνας δὲ συνεχῶς ἐν τῇ κλίνῃ κείμενον.
καὶ τούτων τῶν ταλαιπωριῶν οὐδεὶς τῶν συγγενῶν μετασχεῖν ἠξίωσεν, ἀλλ’ οὐδ’ ἐπισκεψόμενος ἀφίκετο πλὴν τῆς μητρὸς καὶ τῆς ἀδελφῆς, αἳ πλέον θάτερον ἐποίησαν· ἀσθενοῦσαι γὰρ ἦλθον ἐκ Τροιζῆνος, ὥστ’ αὐταὶ θεραπείας ἐδέοντο. ἀλλ’ ὅμως ἐγώ, τοιούτων τῶν ἄλλων περὶ αὐτὸν γεγενημένων, οὐκ ἀπεῖπον οὐδ’ ἀπέστην ἀλλ’ ἐνοσήλευον αὐτὸν μετὰ παιδὸς ἑνός·
οὐδὲ γὰρ τῶν οἰκετῶν οὐδεὶς ὑπέμεινεν. καὶ γὰρ φύσει χαλεπὸς ὢν ἔτι δυσκολώτερον διὰ τὴν νόσον διέκειτο, ὥστ’ οὐκ ἐκείνων ἄξιον θαυμάζειν, εἰ μὴ παρέμενον, ἀλλὰ πολὺ μᾶλλον, ὅπως ἐγὼ τοιαύτην νόσον θεραπεύων ἀνταρκεῖν ἠδυνάμην· ὃς ἔμπυος μὲν ἦν πολὺν χρόνον, ἐκ δὲ τῆς κλίνης οὐκ ἠδύνατο κινεῖσθαι,τοιαῦτα δ’ ἔπασχεν ὥσθ’ ἡμᾶς μηδεμίαν ἡμέραν ἀδακρύτους διάγειν, ἀλλὰ θρηνοῦντες διετελοῦμεν καὶ τοὺς πόνους τοὺς ἀλλήλων καὶ τὴν φυγὴν
fin qui è come hai scannerizzato tu manca tanto? indica fin dove arriva dal testo che ti ho messo io
καὶ τὴν ἐρημίαν τὴν ἡμετέραν αὐτῶν. καὶ ταῦτ’ οὐδένα χρόνον διέλειπεν· οὐδὲ γὰρ ἀπελθεῖν οἷόν τ’ ἦν ἢ δοκεῖν ἀμελεῖν, ὅ μοι πολὺ δεινότερον ἦν τῶν κακῶν τῶν παρόντων.ἠβουλόμην δ’ ἂν ὑμῖν οἷός τ’ εἶναι ποιῆσαι φανερὸν οἷος περὶ αὐτὸν ἐγενόμην· οἶμαι γὰρ οὐδ’ ἂν τὴν φωνὴν ὑμᾶς ἀνασχέσθαι τῶν ἀντιδίκων. νῦν δὲ τὰ χαλεπώτατα τῶν ἐν τῇ θεραπείᾳ καὶ δυσχερέστατα καὶ πόνους ἀηδεστάτους ἔχοντα καὶ πλείστης ἐπιμελείας δεηθέντ’ οὐκ εὐδιήγητ’ ἐστίν. ἀλλ’ ὑμεῖς αὐτοὶ σκοπεῖτε, μετὰ πόσων ἄν τις ἀγρυπνιῶν καὶ ταλαιπωριῶν τοιοῦτον νόσημα τοσοῦτον χρόνον θεραπεύσειεν.ἐγὼ μὲν γὰρ οὕτω κακῶς διετέθην, ὥσθ’ ὅσοι περ εἰσῆλθον τῶν φίλων, ἔφασαν δεδιέναι, μὴ κἀγὼ προσαπόλωμαι, καὶ συνεβούλευόν μοι φυλάττεσθαι, λέγοντες ὡς οἱ πλεῖστοι τῶν θεραπευσάντων ταύτην τὴν νόσον αὐτοὶ προσδιεφθάρησαν. πρὸς οὓς ἐγὼ τοιαῦτ’ ἀπεκρινάμην ὅτι πολὺ ἂν θᾶττον ἑλοίμην ἀποθανεῖν ἢ ’κεῖνον περιιδεῖν δι’ ἔνδειαν τοῦ θεραπεύσοντος πρὸ μοίρας τελευτήσαντα.καὶ τοιούτῳ μοι γεγενημένῳ τετόλμηκεν ἀμφισβητεῖν τῶν χρημάτων ἡ μηδ’ ἐπισκέψασθαι πώποτ’ αὐτὸν ἀξιώσασα, τοσοῦτον μὲν χρόνον ἀσθενήσαντα, πυνθανομένη δὲ καθ’ ἑκάστην τὴν ἡμέραν, ὡς διέκειτο, ῥᾳδίας δ’ οὔσης αὐτῇ τῆς πορείας. εἶτα νῦν αὐτὸν ἀδελφίζειν ἐπιχειρήσουσιν, ὥσπερ οὐχ ὅσῳ περ ἂν οἰκειό