Ultime parole di Ciro morente ai figli
"Τὸ δ ' ὲμὸν σῶμα , ὦ παῖδες , ὅταν τελευτήσω , μήτε ἐν χρυσῷ θῆτε μήτε ἐν ἀργὺρῳ μεδὲ ἐν ἄλλῳ μηδενὶ , ἀλλὰ τῇ γῇ ὡς τάχιστα ἀπόδοτε. Τί γάρ τούτου μακαριώτερον τοῦ γῇ μιχθῆναι , ἥ πάντα μέν τά καλά , πάντα δέ τἀγαθά φυέι τε καὶ τρέφει ; ἐγὼ δὲ καὶ ἄλλως φιλάνθρωπος ἐγενόμην καὶ νῦν ἡδέως ἄν μοι δοκῶ κοινωνῆσαι τοῦ εὐεργετοῦντος ἀνθρώπους. Άλλὰ γὰρ ἤδη " , ἔφη , "κλείπειν μοι φαίνεται ἡ ψυχὴ ὅθενπερ , ὡς ἔοικε , πᾶσιν ἄρχεται ἀπολείπουσα . Εἴ τις οὖν ὑμῶν ἢ δεξιᾶς βούλεται τῆς ἐμῆς ἅψασθαι ἢ ὄμμα τοὐμὸν ζῶντος ἔτι προσιδεῖν ἐθέλει , προσίτω : ὃταν δ ' ἐγὼ ἐγκαλύψωμαι , αἰτοῦμαι ὑμᾶς , ὦ παῖδες , μηδεὶς ἔτ ' ανθρώπων τοὐμὸν σῶμα ἰδέτω , μηδ ' αὐτοὶ ὑμεῖς "