Οὐκ ἦν τοῦ πρὸς ὑμᾶς πολέμου πέρας οὐδ' ἀπαλλαγὴ
Φιλίππῳ, εἰ μὴ Θηβαίους καὶ Θετταλοὺς ἐχθροὺς ποιήσειε
τῇ πόλει• ἀλλὰ καίπερ ἀθλίως καὶ κακῶς τῶν στρατηγῶν
τῶν ὑμετέρων πολεμούντων αὐτῷ, ὅμως ὑπ' αὐτοῦ τοῦ
πολέμου καὶ τῶν λῃστῶν μυρί' ἔπασχε κακά. οὔτε γὰρ
ἐξήγετο τῶν ἐκ τῆς χώρας γιγνομένων οὐδὲν οὔτ' εἰσήγεθ'
ὧν ἐδεῖτ' αὐτῷ• ἦν δ' οὔτ' ἐν τῇ θαλάττῃ τότε κρείττων
ὑμῶν οὔτ' εἰς τὴν ᾿Αττικὴν ἐλθεῖν δυνατὸς μήτε Θετταλῶν
ἀκολουθούντων μήτε Θηβαίων διιέντων• συνέβαινε δ' αὐτῷ
τῷ πολέμῳ κρατοῦντι τοὺς ὁποιουσδήποθ' ὑμεῖς ἐξεπέμ-
πετε στρατηγούς (ἐῶ γὰρ τοῦτό γε) αὐτῇ τῇ φύσει τοῦ
τόπου καὶ τῶν ὑπαρχόντων ἑκατέροις κακοπαθεῖν.
_______________________________________________
Βούλομαι τοίνυν ὑμῖν ἐπανελθεῖν ἐπὶ κεφαλαίων ὃν τρόπον
ὑμᾶς κατεπολιτεύσατο Φίλιππος προσλαβὼν τούτους τοὺς
θεοῖς ἐχθρούς. πάνυ δ' ἄξιον ἐξετάσαι καὶ θεάσασθαι τὴν
ἀπάτην ὅλην. τὸ μὲν γὰρ ἀπ' ἀρχῆς τῆς εἰρήνης ἐπιθυμῶν,
διαφορουμένης αὐτοῦ τῆς χώρας ὑπὸ τῶν λῃστῶν καὶ κεκλει-
μένων τῶν ἐμπορίων, ὥστ' ἀνόνητον ἐκεῖνον ἁπάντων εἶναι
τῶν ἀγαθῶν, τοὺς τὰ φιλάνθρωπα λέγοντας ἐκείνους ἀπέ-
στειλεν ὑπὲρ αὑτοῦ, τὸν Νεοπτόλεμον, τὸν ᾿Αριστόδημον,
τὸν Κτησιφῶντα• ἐπειδὴ δ' ἤλθομεν ὡς αὐτὸν ἡμεῖς οἱ
πρέσβεις, ἐμισθώσατο μὲν τοῦτον εὐθέως, ὅπως συνερεῖ καὶ
συναγωνιεῖται τῷ μιαρῷ Φιλοκράτει καὶ τῶν τὰ δίκαια
βουλομένων [ἡμῶν] πράττειν περιέσται, συνέγραψε δ' ἐπι-
στολὴν ὡς ὑμᾶς, ᾗ μάλιστ' ἂν ᾤετο τῆς εἰρήνης τυχεῖν.
scusate...sarebbero queste due ?...
servono ancora ?