da snooks94 » 15 mar 2012, 20:35
salve ragazzi sono nuova del forum e ho urgente bisogno della traduzione di questo testo, che devo consegnare domani. Io sono proprio negata per favore aiutatemi! grazie in anticipo.
Ἑρμῆς
Τί μὴ λέγω, ὃς τοσαῦτα πράγματα ἔχω μόνος
κάμνων καὶ πρὸς τοσαύτας ὑπηρεσίας διασπώμε-
νος; ἕωθεν μὲν γὰρ ἐξαναστάντα σαίρειν τὸ
συμπόσιον δεῖ καὶ διαστρώσαντα τὴν κλισίαν
εὐθετίσαντά τε ἕκαστα παρεστάναι τῷ Διὶ καὶ
διαφέρειν τὰς ἀγγελίας τὰς παρ' αὐτοῦ ἄνω
καὶ κάτω ἡμεροδρομοῦντα, καὶ ἐπανελθόντα ἔτι
κεκονιμένον παρατιθέναι τὴν ἀμβροσίαν· πρὶν
δὲ τὸν νεώνητον τοῦτον οἰνοχόον ἥκειν, καὶ
τὸ νέκταρ ἐγὼ ἐνέχεον. τὸ δὲ πάντων
δεινότατον, ὅτι μηδὲ νυκτὸς καθεύδω μόνος τῶν
ἄλλων, ἀλλὰ δεῖ με καὶ τότε τῷ Πλούτωνι ψυχα-
γωγεῖν καὶ νεκροπομπὸν εἶναι καὶ παρεστάναι τῷ
δικαστηρίῳ· οὐ γὰρ ἱκανά μοι τὰ τῆς ἡμέρας ἔργα,
ἐν παλαίστραις εἶναι καὶ ταῖς ἐκκλησίαις κηρύττειν
καὶ ῥήτορας ἐκδιδάσκειν, ἀλλ' ἔτι καὶ νεκρικὰ
συνδιαπράττειν μεμερισμένον.
2 καίτοι τὰ μὲν
τῆς Λήδας τέκνα παρ' ἡμέραν ἑκάτερος ἐν οὐρανῷ
ἢ ἐν ᾅδου εἰσίν, ἐμοὶ δὲ καθ' ἑκάστην ἡμέραν
κἀκεῖνα καὶ ταῦτα ποιεῖν ἀναγκαῖον, καὶ οἱ μὲν
Ἀλκμήνης καὶ Σεμέλης ἐκ γυναικῶν δυστήνων
γενόμενοι εὐωχοῦνται ἀφρόντιδες, ὁ δὲ Μαίας τῆς
Ἀτλαντίδος διακονοῦμαι αὐτοῖς. καὶ νῦν ἄρτι
ἥκοντά με ἀπὸ Σιδῶνος παρὰ τῆς Κάδμου θυγατρός,
ἐφ' ἣν πέπομφέ με ὀψόμενον ὅ τι πράττει ἡ παῖς,
μηδὲ ἀναπνεύσαντα πέπομφεν αὖθις εἰς τὸ Ἄργος
ἐπισκεψόμενον τὴν Δανάην, εἶτ' ἐκεῖθεν εἰς
Βοιωτίαν, φησίν, ἐλθὼν ἐν παρόδῳ τὴν Ἀντιόπην
ἰδέ. καὶ ὅλως ἀπηγόρευκα ἤδη. εἰ γοῦν δυνατὸν
ἦν, ἡδέως ἂν ἠξίωσα πεπρᾶσθαι, ὥσπερ οἱ ἐν γῇ
κακῶς δουλεύοντες.