da zardoz » 3 set 2013, 10:02
- Prima della battaglia di cunassa (senofonte)
Ἤδη ἦν ἀμφὶ μεσημβρίαν ὅτε ἱππεὺς Πέρσης προεφαίνετο δρόμῳ καὶ ἤγγελλεν ὅτι βασιλεὺς Ὰρταξέρξης σὺν στρατεύματι πολλῷ προσέρχεται εἰς μάχην. ῎Ενθα δὲ πολὺς τάραχος ἐγίγνετο· πάντες γὰρ ἔτι ἄτακτοι ἦσαν. Κῦρος ἀπὸ τοῦ ἅρματος κατέβαινε καὶ τὸν θώρακα ἐνεδύετο· ἔπειτα ἐπὶ τὸν ἵππον ἀνέβαινε, τὰ παλτὰ εἰς τὰς χεῖρας ἐλάμβανε καὶ τοῖς ἄλλοις πᾶσι παρήγγελλεν ἐξοπλίζεσθαι καὶ τάσσεσθαι κατὰ κόσμον. Τότε μὲν οὔπω καταφανεῖς ἦσαν οἱ πολέμιοι, ὅτε δὲ δείλη ἐγίγνετο, ἐφαίνετο κονιορτὸς ὥσπερ νεφέλῃ λευκή. Ὅτε δὲ ἐγγὺς ἐγίγνοντο, λόγχαι καὶ τάξεις καταφανεῖς ἐγίγνοντο·/ὁ χαλκὸς γὰρ ἤστραπτεν. Οἱ περὶ Κύρου ἐπαιάνιζον καὶ προσήρχοντο ἀντίοι τοῖς πολεμίοις.