A volte l'abito fa il monaco - Senofonte versione greco euloghia

A volte l'abito ... fa il monaco
VERSIONE DI GRECO di Senofonte
TRADUZIONE dal libro Euloghiapag 278 num 80
Testo greco senza accenti facilitato

καταμαθειν δε του Κυρου δοκουμεν ως ου τουτω μονω ενομιζε χρηναι τους αρχοντας των αρχομενων διαφερειν, τω βελτιονας αυτω ειναι, αλλα και καταγοητευειν ωετο χρεναι αυτους.

Στολην τε υουν ειλετο την Μηδικην αυτος τε φορειν και τους κοινωνας ταυτην επεισεν ενδυεσθαι: αυτη γαρ αυτω συγκρυπτειν εδοκει ει τις τι εν τω σωοματι ενδεες εχοι, και καλλιστους και μεγιστους επιδεικνυναι τους φορουντας: και γαρ τα υποδεματα τοιαυτα εχουσιν ευ οις μαλιστα λαθειν εστι και υποτιθεμενους τι, ωστε δοκειν μειζους ειυαι η εισι: και υποχριεσθαι δε τους οφθαλμους προιετο, ως ευφθαλμοτεροι φαινοιντο η εισι, και εντριβεσθαι, ως ευχροωτεροι ορωντο η πεφυκασιν.

(. .). παντα δε ταυτα ωετο φερειν τις εις το δυσκαταφρονητοτερους φαινεσθαι τοις αρχομενοις.

Testo originale della versione con accenti

Καταμαθεῖν δὲ τοῦ Κύρου δοκοῦμεν ὡς οὐ τούτῳ μόνῳ ἐνόμιζε χρῆναι τοὺς ἄρχοντας τῶν ἀρχομένων διαφέρειν, τῷ βελτίονας αὐτῶν εἶναι, ἀλλὰ καὶ καταγοητεύειν ᾤετο χρῆναι αὐτούς. Στολήν τε γοῦν εἵλετο τὴν Μηδικὴν αὐτός τε φορεῖν καὶ τοὺς κοινῶνας ταύτην ἔπεισεν ἐνδύεσθαι· — αὕτη γὰρ αὐτῷ συγκρύπτειν ἐδόκει εἴ τίς τι ἐν τῷ σώματι ἐνδεὲς ἔχοι, καὶ καλλίστους καὶ μεγίστους ἐπιδεικνύναι τοὺς φοροῦντας· καὶ γὰρ τὰ ὑποδήματα τοιαῦτα ἔχουσιν ἐν οἷς μάλιστα λαθεῖν ἔστι καὶ ὑποτιθεμένους τι, ὥστε δοκεῖν μείζους εἶναι ἢ εἰσί· — καὶ ὑποχρίεσθαι δὲ τοὺς ὀφθαλμοὺς προσίετο, ὡς εὐοφθαλμότεροι φαίνοιντο ἢ εἰσί, καὶ ἐντρίβεσθαι, ὡς εὐχροώτεροι ὁρῷντο ἢ πεφύκασιν. (parte omessa nella versione: Ἐμελέτησε δὲ καὶ ὡς μὴ πτύοντες μηδὲ ἀπομυττόμενοι φανεροὶ εἶεν, μηδὲ μεταστρεφόμενοι ἐπὶ θέαν μηδενός, ὡς οὐδὲν θαυμάζοντες. ) πάντα δὲ ταῦτα ᾤετο φέρειν τι εἰς τὸ δυσκαταφρονητοτέρους φαίνεσθαι τοῖς ἀρχομένοις.

Copyright © 2007-2022 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2022 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2022-05-24 00:56:07 - flow version _RPTC_G1.1