LISIA - PER UN REATO DI CARATTERE FISCALE

PER UN REATO DI CARATTERE FISCALE
LISIA
Περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον

ἴσως τινὲς ὑμῶν, ὦ ἄνδρες δικασταί, διὰ τὸ βούλεσθαί με ἄξιον εἶναί τινος ἡγοῦνται καὶ εἰπεῖν ἂν μᾶλλον ἑτέρου δύνασθαι: ἐγὼ δὲ τοσούτου...

ἐράτων ὁ Ἐρασιφῶντος πατὴρ ἐδανείσατο παρὰ τοῦ ἐμοῦ πάππου τάλαντα δύο. ὅτι μὲν οὖν ἔλαβε τἀργύριον καὶ ὡς τοσοῦτόν γε ἐδεήθη δανείσασθαι, [καὶ]2 ὧν ἐναντίον ἐδόθη, μάρτυρας ὑμῖν παρέξομαι: ἃ δ᾽ ἐχρήσατο αὐτῷ καὶ ὅσα ὠφελήθη, οἱ μᾶλλόν τε ἐμοῦ εἰδότες καὶ παραγεγενημένοι οἷς ἐκεῖνος ἔπραττε διηγήσονται ὑμῖν καὶ μαρτυρήσουσι. καί μοι κάλει μάρτυρας. �Μάρτυρες� [3]

ἕως τοίνυν ὁ Ἐράτων ἔζη, τούς τε τόκους ἀπελαμβάνομεν3 καὶ τἆλλα τὰ συγκείμενα: ἐπειδὴ δὲ ἐτελεύτησε καταλιπὼν ὑοὺς τρεῖς, Ἐρασιφῶντα καὶ Ἐράτωνα καὶ Ἐρασίστρατον, οὗτοι οὐδὲν ἔτι ἡμῖν τῶν δικαίων ἐποίουν....

ὅτι μὲν τὰ Ἐράτωνος δικαίως ἂν ἡμέτερα εἴη, ἐκ τούτων ῥᾴδιον εἰδέναι, ὅτι δὲ πάντα δημεύεται, ἐξ αὐτῶν <τῶν>4 ἀπογραφῶν: τρεῖς γὰρ καὶ τέτταρες ἕκαστα ἀπογεγράφασι....

ὅτι μέν, ὦ ἄνδρες δικασταί, οὐ παρὰ τὸ δίκαιον ἀξιῶ μοι ψηφίσασθαι τὸ διαδίκασμα, ἀλλ᾽ αὐτὸς τῇ πόλει πολλὰ τῶν ἐμαυτοῦ ἀφεὶς τοῦτο ἀξιῶ μοι ἀποδοθῆναι, ἀποδέδεικται. ἤδη δέ μοι δοκεῖ δίκαιον εἶναι καὶ δεηθῆναι ὑμῶν τε καὶ τῶν συνδίκων ἐναντίον ὑμῶν.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 09:32:41 - flow version _RPTC_G1.3