Magnanimità di Alessandro - Prakteon versione greco Plutarco

Magnanimità di Alessandro
versione greco Plutarco traduzione libro Prakteon

Φύσει δ’ ὢν μεγαλοδωρότατος, ἔτι μᾶλλον ἐπέδωκεν εἰς τοῦτο τῶν πραγμάτων αὐξομένων· καὶ προσῆν ἡ φιλοφροσύνη, μεθ’ ἧς μόνης ὡς ἀληθῶς οἱ διδόντες χαρίζονται.

μνησθήσομαι δ’ ὀλίγων. Ἀρίστων ὁ τῶν Παιόνων ἡγούμενος, ἀποκτείνας πολέμιον ἄνδρα καὶ τὴν κεφαλὴν ἐπιδειξάμενος αὐτῷ, "τοῦτ’" εἶπεν "ὦ βασιλεῦ παρ’ ἡμῖν ἐκπώματος χρυσοῦ τιμᾶται τὸ δῶρον". ὁ δ’ Ἀλέξανδρος γελάσας "κενοῦ γ’" εἶπεν, "ἐγὼ δέ σοι μεστὸν ἀκράτου προπίομαι". τῶν δὲ πολλῶν τις Μακεδόνων ἤλαυνεν ἡμίονον, βασιλικὸν χρυσίον κομίζοντα· κάμνοντος δὲ τοῦ κτήνους, αὐτὸς ἀράμενος ἐκόμιζε τὸ φορτίον.

ἰδὼν οὖν ὁ βασιλεὺς θλιβόμενον αὐτὸν σφόδρα καὶ πυθόμενος τὸ πρᾶγμα, μέλλοντος κατατίθεσθαι, "μὴ κάμῃς" εἶπεν, "ἀλλὰ πρόσθες ἔτι τὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν, ἑαυτῷ τοῦτο κομίσας". ὅλως δ’ ἤχθετο τοῖς μὴ λαμβάνουσι μᾶλλον ἢ τοῖς αἰτοῦσι. καὶ Φωκίωνι μὲν ἔγραψεν ἐπιστολήν, ὡς οὐ χρησόμενος αὐτῷ φίλῳ τὸ λοιπόν, εἰ διωθοῖτο τὰς χάριτας. Σεραπίωνι δὲ τῶν ἀπὸ σφαίρας τινὶ νεανίσκων οὐδὲν ἐδίδου διὰ τὸ μηδὲν αἰτεῖν.

ὡς οὖν εἰς τὸ σφαιρίζειν παραγενόμενος ὁ Σεραπίων ἄλλοις ἔβαλλε τὴν σφαῖραν, εἰπόντος δὲ τοῦ βασιλέως "ἐμοὶ δ’ οὐ δίδως;" "οὐ γὰρ αἰτεῖς" εἶπε, τούτῳ μὲν δὴ γελάσας πολλὰ δέδωκε. Πρωτέᾳ δέ τινι τῶν περὶ σκώμματα καὶ πότον οὐκ ἀμούσων ἔδοξε δι’ ὀργῆς γεγονέναι· τῶν δὲ φίλων δεομένων κἀκείνου δακρύοντος, ἔφη διαλλάττεσθαι· κἀκεῖνος "οὐκοῦν" εἶπεν "ὦ βασιλεῦ δός τί μοι πιστὸν πρῶτον". ἐκέλευσεν οὖν αὐτῷ πέντε τάλαντα δοθῆναι.

release check: 2020-07-13 22:42:08 - flow version _EXTP_H1