Gloria ai difensori dell'Ellade- Versione greco di Isocrate da Kleides

Gloria ai difensori dell'Ellade VERSIONE DI GRECO di Isocrate TRADUZIONE dal libro Kleides
ΠΛΕΙΣΤΩΝ ΜΕΝ ΟΥΝ ΑΓΑΘΩΝ ΑΙΤΙΟΥΣ ΚΑΙ ΜΕΓΙΣΤΩΝ ΕΠΑΙΝΩΝ ΑΞΙΟΥΣ ΗΓΟΥΜΑΙ ΓΕΓΕΝΗΣΘΑΙ ΤΟΥΣ ΤΟΙΣ ΣΩΜΑΣΙΝ ΥΠΕΡ ΤΗΣ ΕΛΛΑΔΟΣ ΠΡΟΚΙΝΔΥΝΕΥΣΑΝΤΑΣ: ΟΥ ΜΗΝ ΟΥΔΕ ΤΩΝ ΠΡΟ ΤΟΥ ΠΟΛΕΜΟΥ ΤΟΥΤΟΥ ΓΕΝΟΜΕΝΩΝ ΚΑΙ ΔΥΝΑΣΤΕΥΣΑΝΤΩΝ ΕΝ ΕΚΑΤΕΡΑ ΤΟΙΝ ΠΟΛΕΟΙΝ ΔΙΚΑΙΟΝ ΑΜΝΗΜΟΝΕΙΝ: ΕΚΕΙΝΟΙ ΓΑΡ ΗΣΑΝ ΟΙ ΠΡΟΑΣΚΗΣΑΝΤΕΣ ΤΟΥΣ ΕΠΙΓΙΓΝΟΜΕΝΟΥΣ ΚΑΙ ΤΑ ΠΛΗΘΗ ΠΡΟΤΡΕΨΑΝΤΕΣ ΕΠ’ ΑΡΕΤΗΝ ΚΑΙ ΧΑΛΕΠΟΥΣ ΑΝΤΑΓΩΝΙΣΤΑΣ ΤΟΙΣ ΒΑΡΒΑΡΟΙΣ ΠΟΙΗΣΑΝΤΕΣ. ΟΥ ΓΑΡ ΩΛΙΓΩΡΟΥΝ ΤΩΝ ΚΟΙΝΩΝ, ΟΥΔ’ ΑΠΕΛΑΥΟΝ ΜΕΝ ΩΣ ΙΔΙΩΝ, ΗΜΕΛΟΥΝ Δ’ ΩΣ ΑΛΛΟΤΡΙΩΝ, ΑΛΛ’ ΕΚΗΔΟΝΤΟ ΜΕΝ ΩΣ ΟΙΚΕΙΩΝ, ΑΠΕΙΧΟΝΤΟ Δ’ ΩΣΠΕΡ ΧΡΗ ΤΩΝ ΜΗΔΕΝ ΠΡΟΣΗΚΟΝΤΩΝ: ΟΥΔΕ ΠΡΟΣ ΑΡΓΥΡΙΟΝ ΤΗΝ ΕΥΔΑΙΜΟΝΙΑΝ ΕΚΡΙΝΟΝ, ΑΛΛ’ ΟΥΤΟΣ ΕΔΟΚΕΙ ΠΛΟΥΤΟΝ ΑΣΦΑΛΕΣΤΑΤΟΝ ΚΕΚΤΗΣΘΑΙ ΚΑΙ ΚΑΛΛΙΣΤΟΝ, ΟΣΤΙΣ ΤΟΙΑΥΤΑ ΤΥΓΧΑΝΟΙ ΠΡΑΤΤΩΝ ΕΞ ΩΝ ΑΥΤΟΣ ΤΕ ΜΕΛΛΟΙ ΜΑΛΙΣΤ’ ΕΥΔΟΚΙΜΗΣΕΙΝ ΚΑΙ ΤΟΙΣ ΠΑΙΣΙΝ ΜΕΓΙΣΤΗΝ ΔΟΞΑΝ ΚΑΤΑΛΕΙΨΕΙΝ.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-11-12 13:05:40