da axen » 7 feb 2013, 10:56
LA FELICITà
Εστω δη ευδαιμονια ευπραξια μετ' αρετης, η αυταρκεια ζωης, η ο βιος ο μετα ασφαλειας ηδιστος, η ευθενια κτηματων και σωματων μετα δυναμεως φυλακτικης τε και πρακτικης τουτων σχεδον γαρ τουτων εν η πλειω την ευδαιμονιαν ομολογουσιν ειναι απαντες. Ει δη εστιν η ευδαιμονια τοιουτον, αναγκη αυτης ειναι μερη ευγενειαν, πολυφιλιαν, χρηστοφιλιαν, πλουτον, ευτεκνιαν, πολυτεκνιαν, ευγηριαν ετι τας του σωματος αρετας (οιον υγιειαν, καλλος, ισχυν, μεγεθος, δυναμιν αγωνιστικην), δοξαν, τιμην, ευτυχιαν, αρετην η και τα μερη αυτης φρονησιν, ανδρειαν, δικαιοσυνην, σωφροσυνην ουτω γαρ αν αυταρκεστατος τις ειη, ει υπαρχοι αυτω τα τ' εν αυτω και τα εκτος αγαθα· ου γαρ εστιν αλλα παρα ταυτα.
L'archè secondo Talete
Τὸ μέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ φησὶν εἶναι (διὸ καὶ τὴν γῆν ἐφ' ὕδατος ἀπεφήνατο εἶναἰ, λαβὼν ἴσως τὴν ὑπόληψιν ταύτην ἐκ τοῦ πάντων ὁρᾶν τὴν τροφὴν ὑγρὰν οὖσαν καὶ αὐτὸ τὸ θερμὸν ἐκ τούτου γιγνόμενον καὶ τούτῳ ζῶν (τὸ δ' ἐξ οὗ γίγνεται, τοῦτ' ἐστὶν ἀρχὴ πάντων - διά τε δὴ τοῦτο τὴν ὑπόληψιν λαβὼν ταύτην καὶ διὰ τὸ πάντων τὰ σπέρματα τὴν φύσιν ὑγρὰν ἔχειν, τὸ δ' ὕδωρ ἀρχὴν τῆς φύσεως εἶναι τοῖς ὑγροῖς.
L'archè secondo alcuni filosofi
Αναξιμενης δε αερα και Διογενης προτερον υδατος και μαλιστ' αρχην τιθεασι των απλων σωματων, Ιππασος δε πυρ' ο Μεταποντινος και Ηρακλειτος ο Εφεσιος, Εμπεδοκλης δε τα τετταρα, προς τοις ειρημενοις γην προστιθεις τεταρτον (ταυτα γαρ αει διαμενειν και ου γιγνεσθαι αλλ' η πληθει και ολιγοτητι, συγκρινομενα και διακρινομενα εις εν τε και εξ ενος)· Αναξαγορας δε ο Κλαζομενιος τη μεν ηλικια προτερος ων τουτου τοις δ' εργοις υστερος απειρους ειναι φησι τας αρχας· σχεδον γαρ απαντα τα ομοιομερη καθαπερ υδωρ η πυρ ουτω γιγνεσθαι και απολλυσθαι φησι, συγκρισει και διακρισει μονον, αλλως δ' ουτε γιγνεσθαι ουτ' απολλυσθαι αλλα διαμενειν αιδια.
la dottrina di Empedocle
Εμπεδοκλης μεν ουν παρα τους προτερον πρωτος το την αιτιαν διελειν εισηνεγκεν, ου μιαν ποιησας την της κινησεως αρχην αλλ' ετερας τε και εναντιας, ετι δε τα ως εν υλης ειδει λεγομενα στοιχεια τετταρα πρωτος ειπεν (ου μην χρηται γε τετταρσιν αλλ' ως δυσιν ουσι μονοις, πυρι μεν καθ' αυτο τοις δ' αντικειμενοις ως μια φυσει, γη τε και αερι και υδατι· λαβοι δ' αν τις αυτο θεωρων εκ των επων)· ουτος μεν ουν, ωσπερ λεγομεν, ουτω τε και τοσαυτας ειρηκε τας αρχας.
L'atomismo
Λευκιππος δε και ο εταιρος αυτου Δημοκριτος στοιχεια μεν το πληρες και το κενον ειναι φασι, λεγοντες το μεν ον το δε μη ον, τουτων δε το μεν πληρες και στερεον το ον, το δε κενον το μη ον (διο και ουθεν μαλλον το ον του μη οντος ειναι φασιν, οτι ουδε του κενου το σωμα), αιτια δε των δντων ταυτα ως υλην. Και καθαπερ οι εν ποιουντες την υποκειμενην ουσιαν ταλλα τοις παθεσιν αυτης γεννωσι, το μανον και το πυκνον αρχας τιθεμενοι των παθηματων, τον αυτον τροπον και ουτοι τας διαφορας αιτιας των αλλων ειναι φασιν.
Parmenide versione greco Aristotele hellenikon phronema
Μελισσον μεν και τους ἄλλους, οι ἓν εστὸς λεγουσι το πᾶν, αισχυνομενος μὴ φορτικῶς σκοπῶμεν, ἧττον αισχυνομαι ἢ ἒνα οντα Παρμενιδην. Παρμενιδης δε μοι φαινεται, το του Ομηρου, "αιδοιος τε μοι" ειναι αμα "δεινος τε". Συμπροσεμειξα γαρ δη τῷ ανδρι πανυ νεος πανυ πρεσβυτῃ, και μοι εφανη βαθος τι εχειν πανταπασι γενναιον. Φοβουμαι ουν μὴ ουτε τα λεγομενα συνιῶμεν, τι τε διανοουμενος ειπε πολυ πλεον λειπὼμεθα, και το μεγιστον, ου ενεκα ο λογος ὣρμηται, επιστημης περι τι ποτ' εστιν, ἄσκεπτον γενηται υπο τῶν επεισκωμαζοντών λογων, ει τις αυτοις πεισεται.
Parmenide versione greco Platone hellenikon phronema
Παρμενιδης μεν γαρ εοικε του κατα τον λογον ενος απτεσθαι, Μελισσος δε του κατα την υλην (διο και ο μεν πεπερασμενον ο δ' απειρον φησιν ειναι αυτο)· Ξενοφανης δε πρωτος τουτων ενισας (ο γαρ Παρμενιδης τουτου λεγεται γενεσθαι μαθητης) ουθεν διεσαφηνισεν, ουδε της φυσεως τουτων ουδετερας εοικε θιγειν, αλλ' εις τον ολον ουρανον αποβλεψας το εν ειναι φησι τον θεον. Ουτοι μεν ουν, καθαπερ ειπομεν, αφετεοι προς την νυν ζητησιν, οι μεν δυο και παμπαν ως οντες μικρον αγροικοτεροι, Ξενοφανης και Μελισσος· Παρμενιδης δε μαλλον βλεπων εοικε που λεγειν.
debiti e originalità di platone rispetto ai pitagorici
Επει δ' αιτια τα ειδη τοις αλλοις, τακεινων στοιχεια παντων φηθη των οντων ειναι στοιχεια. Ως μεν ουν υλην το μεγα και το μικρον ειναι αρχας, ως δ' ουσιαν το εν· εξ εκεινων γαρ κατα μεθεξιν του ενος τα ειδη ειναι τους αριθμους. Το μεντοι γε εν ουσιαν ειναι, και μη ετερον γε τι ον λεγεσθαι εν, παραπλησιος τοις Πυθαγορειοις ελεγε, και το τους αριθμους αιτιους ειναι τοις αλλοις της ουσιας ωσαυτως εκεινοις· το δε αντι του απειρου ως ενος δυαδα ποιησαι, το δ' απειρον εκ μεγαλου και μικρου, τουτ' ιδιον και ετι ο μεν τους αριθμους παρα τα αισθητα, οι δ' αριθμους ειναι φασιν αυτα τα πραγματα, και τα μαθηματικα μεταξυ τουτων ου τιθεασιν.
sul concetto di fine
Το δ' ου ενεκα αι πραξεις και αι μεταβολαι και αι κινησεις τροπον μεν τινα λεγουσιν αιτιον, ουτω δε ου λεγουσιν ουδ' ονπερ πεφυκεν. Οι μεν γαρ νουν λεγοντες η φιλιαν ως αγαθον μεν ταυτας τας αιτιας τιθεασιν, ου μην ως ενεκα γε τουτων η ον η γιγνομενον τι των οντων αλλ' ως απο τουτων τας κινησεις ουσας λεγουσιν ως δ' αυτως και οι το εν η το ον φασκοντες ειναι την τοιαυτην φυσιν της μεν ουσιας αιτιον φασιν ειναι, ου μην τουτου γε ενεκα η ειναι η γιγνεσθαι, ωστε λεγειν τε και μη λεγειν πως συμβαινει αυτοις ταγαθον αιτιον ου γαρ απλως αλλα κατα συμβεβηκος λεγουσιν.
sulla teoria delle idee
Παντων δε μαλιστα διαπορησειεν αν τις τι ποτε συμβαλλεται τα ειδη τοις αιδιοις των αισθητων η τοις γιγνομενοις και φθειρομενοις· ουτε γαρ κινησεως ουτε μεταβολης ουδεμιας εστιν αιτια αυτοις. Αλλα μην ουτε προς την επιστημην ουθεν βοηθει την των αλλων (ουδε γαρ ουσια εκεινα τουτων εν τουτοις γαρ αν ην), ουτε εις το ειναι, μη ενυπαρχοντα γε τοις μετεχουσιν ουτω μεν γαρ αν ισως αιτια δοξειεν ειναι ως το λευκον μεμιγμενον τω λευκω, αλλ' ουτος μεν ο λογος λιαν ευκινητος, ον' Αναξαγορας μεν πρωτος Ευδοξος δ' υστερον και αλλοι τινες ελεγον· ροδιον γαρ συναγαγειν πολλα και αδυνατα προς την τοιαυτην δοξαν.
Il movimento
Εστι δε το μεν ενεργεια μονον το δε δυναμει το δε δυναμει και ενεργεια, το μεν ον το δε ποσον το δε των λοιπων. Ουκ εστι δε τις κινησις παρα τα πραγματα· μεταβαλλει γαρ αει κατα τας του οντος κατηγοριας, κοινον δ' επι τουτων ουδεν εστιν ο ουδ' εν μια κατηγορια. Εκαστον δε διχως υπαρχει πασιν (οιον το τοδε - το μεν γαρ μορφη αυτου το δε στερησις - και κατα το ποιον το μεν λευκον το δε μελαν, και κατα το ποσον το μεν τελειον το δε ατελες, και κατα φοραν το μεν ανω το δε κατω, η κουφον και βαρυ)· ωστε κινησεως και μεταβολης τοσαυτ' ειδη οσα του οντος. Διηρημενου δε καθ' εκαστον γενος του μεν δυναμει του δ' εντελεχεια, την του δυναμει η τοιουτον εστιν ενεργειαν λεγω κινησιν.
Opinioni diverse su che cosa sia la felicità
Ονοματι μεν ουν σχεδον υπο των πλειστων ομολογειται· την γαρ ευδαιμονιαν και οι πολλοι και οι χαριεντες λεγουσιν, το δ' ευ ζην και το ευ πραττειν ταυτον υπολαμβανουσι τω ευδαιμονειν περι δε της ευδαιμονιας, τι εστιν, αμφισβητουσι και ουχ ομοιως οι πολλοι τοις σοφοις αποδιδοασιν. Οι μεν γαρ των εναργων τι και φανερων, οιον ηδονην η πλουτον η τιμην, αλλοι δ' αλλο - πολλακις δε και ο αυτος ετερον· νοσησας μεν γαρ υγιειαν, πενομενος δε πλουτον συνειδοτες δ' εαυτοις αγνοιαν τους μεγα τι και υπερ αυτους λεγοντας θαυμαζουσιν. Ενιοι δ' ωοντο παρα τα πολλα ταυτα αγαθα αλλο τι καθ' αυτο ειναι, ο και τουτοις πασιν αιτιον εστι του ειναι αγαθα. Απασας μεν ουν εξεταζειν τας δοξας ματαιοτερον ισως εστιν, ικανον δε τας μαλιστα επιπολαζουσας η δοκουσας εχειν τινα λογον.
sul giusto mezzo
Λεγω δε του μεν πραγματος μεσον το ισον απεχον αφ' εκατερου των ακρων, οπερ εστιν εν και το αυτο πασιν, προς ημας δε ο μητε πλεοναζει μητε ελλειπει· τουτο δ' ουχ εν, ουδε ταυτον πασιν. Οιον ει τα δεκα πολλα τα δε δυο ολιγα, τα εξ μεσα λαμβανουσι κατα το πραγμα· ισω γαρ υπερεχει τε και υπερεχεται· τουτο δε μεσον εστι κατα την αριθμητικην αναλογιαν. Το δε προς ημας ουχ ουτω ληπτεον ου γαρ ει τω δεκα μναι φαγειν πολυ δυο δε ολιγον, ο αλειπτης εξ μνας προσταζει· εστι γαρ ισως και τουτο πολυ τω ληψομενω η ολιγον Μιλωνι· μεν γαρ ολιγον, τω δε αρχομενω των γυμνασιων πολυ. Ομοιως επι δρομου και παλης.
il saggio e la felicità
Δεησει δε και της εκτος ευημεριας ανθρωπω οντι· ου γαρ αυταρκης η φυσις προς το θεωρειν, αλλα δει και το σωμα υγιαινειν και τροφην και την λοιπην θεραπειαν υπαρχειν. Ου μην οιητεον γε πολλων και μεγαλων δεησεσθαι τον ευδαιμονησοντα, ει μη ενδεχεται ανευ των εκτος αγαθων μακαριον ειναι· ου γαρ εν τη υπερβολη το αυταρκες ουδ' η πραξις, δυνατον δε και μη αρχοντα γης και θαλαττης πραττειν τα καλα· και γαρ απο μετριων δυναιτ' αν τις πραττειν κατα την αρετην (τουτο δ' εστιν ιδειν εναργως· οι γαρ ιδιωται των δυναστων ουχ ηττον δοκουσι τα επιεικη πραττειν, αλλα και μαλλον)· ικανον δε τοσαυθ' υπαρχειν εσται γαρ ο βιος ευδαιμων του κατα την αρετην ενεργουντος.
Inferiorità di donne schiavi e barbari
avrei bisogno di tutte queste versioni vi ringrazio anticipatamente